Ancient Greek
Chapter 1
Gregory of Nazianzus, De Filio (Orat. 29) 1
Not analysed yet
Ἃ μὲν οὖν εἴποι τις ἂν ἐπικόπτων τὴν περὶ τὸν λόγον αὐτῶν ἑτοιμότητα καὶ ταχύτητα, καὶ τὸ τοῦ τάχους ἐπισφαλὲς ἐν πᾶσι μὲν πράγμασι, μάλιστα δὲ ἐν τοῖς περὶ θεοῦ λόγοις, ταῦτά ἐστιν. ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος· φέρε, τῷ ἁγίῳ θαρρήσαντες πνεύματι, τῷ παρ’ αὐτῶν μὲν ἀτιμαζομένῳ, παρ’ ἡμῶν δὲ προσκυνουμένῳ, τὰς ἡμετέρας περὶ τῆς θεότητος ὑπολήψεις, αἵ τινές ποτέ εἰσιν, ὥσπερ τινὰ τόκον εὐγενῆ τε καὶ ὥριμον εἰς φῶς προενέγκωμεν· οὐδὲ ἄλλοτε μὲν σιωπήσαντες, τοῦτο γὰρ μόνον ἡμεῖς νεανικοί τε καὶ μεγαλόφρονες, νῦν δὲ καὶ μᾶλλον παρρησιαζόμενοι τὴν ἀλήθειαν· ἵνα μὴ τῇ ὑποστολῇ, καθὼς γέγραπται, τὸ μὴ εὐδοκεῖσθαι κατακριθῶμεν. διττοῦ δὲ ὄντος λόγου παντός, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ἀνατρέποντος, καὶ ἡμεῖς τὸν οἰκεῖον ἐκθέμενοι πρότερον, οὕτω τὰ τῶν ἐναντίων ἀνατρέψαι πειρασόμεθα· καὶ ἀμφότερα ὡς οἷόν τε διὰ βραχέων, ἵν εὐσύνοπτα γένηται τὰ λεγόμενα, ὥσπερ ὃν αὐτοὶ λόγον εἰσαγωγικὸν ἐπενόησαν πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων ἢ εὐηθεστέρων, καὶ μὴ τῷ μήκει τοῦ λόγου διαχεθῇ τὰ νοούμενα, καθάπερ ὕδωρ οὐ σωλῆνι σφιγγόμενον, ἀλλὰ κατὰ πεδίου χεόμενον καὶ λυόμενον.