Ancient Greek
Chapter 17
Gregory of Nazianzus, De Filio (Orat. 29) 17
Not analysed yet
Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσφωνῶν σομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, ‘Ο καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· ‘Ο μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἁλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἁλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὅς ὣν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, ‘O ὤν, καὶ ὁ ἢν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσ- γενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.