Ancient Greek
Chapter 18
Gregory of Nazianzus, De Filio (Orat. 29) 18
Not analysed yet
Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τὸ θεός μου καὶ θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. εἰ βούλει δέ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ’ ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δωρεῖσθαι, ἢ βούλεσθαι. ἔτι δὲ καὶ ταῦτα, τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχήν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὕπνουν, τὸ πείνην, τὸ κοπιᾷν, τὸ δακρύειν, τὸ ἀγωνιᾷν, τὸ ὑποδύεσθαι. τάχα δ’ ἂν ὀνειδίσαις καὶ τὸν σταυρόν, καὶ τὸν θάνατον. τὴν γὰρ ἔγερσιν καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. πολλὰ δ’ ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σου θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν καὶ ὁμότιμον. τούτων γὰρ ἕκαστον οὐ χαλεπὸν μὲν καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαί σοι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ὄντως, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς. ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψω- θέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμαιπετὲς καταλύσας μάθης ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένοις, ἀλλὰ συν- ἐπαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.