Ancient Greek
Chapter 20
Gregory of Nazianzus, De Filio (Orat. 29) 20
Not analysed yet
Ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ’ ἁμαρτίας ἔλυσεν ὡς θεός· οὐ καθαρσίων αὐτὸς δεόμενος, ἀλλ’ ἵνα ἁγιάσῃ τὰ ὕδατα. ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ’ ἐνίκησεν ὡς θεός· ἀλλὰ θαρρεῖν διακελεύεται, ὡς κόσμον νενικηκώς. ἐπείνησεν, ἀλλ’ ἔθρεψε χιλιάδας, ἀλλ’ ἄρτος ἐστὶ ζωτικὸς καὶ οὐράνιος. ἐδίψησεν, ἀλλ’ ἐβόησεν· Ἐάν τις δίψᾳ, ἐρχέσθω πρός με, καὶ πινέτω• ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πιστεύοντας. ἐκοπίασεν, ἀλλὰ τῶν κοπιώντων καὶ πεφορτισμένων ἐστὶν ἀνάπαυσις. ἐβαρήθη μὲν ὕπνῳ, ἀλλ’ ἐπὶ πελάγους κουφίζεται, ἁλλ’ ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζόμενον. δίδωσι τέλος, ἀλλ’ ἐξ ἰχθύος, ἀλλὰ βασιλεύει τῶν ἀπαιτούντων. Σαμαρείτης ἀκούει καὶ δαιμονῶν, πλὴν σώζει τὸν ἀπὸ Ἰερουσαλὴμ καταβαίνοντα καὶ λῃσταῖς περιπεσόντα, πλὴν ὑπὸ δαι- μόνων ἐπιγινώσκεται, καὶ ἀπελαύνει δαίμονας, καὶ λεγεῶνα πνευμάτων βυθίζει, καὶ ὡς ἀστραπὴν ὁρᾷ πίπτοντα τὸν ἀρχηγὸν τῶν δαιμόνων. λιθάζεται, ἀλλ’ οὐχ ἁλίσκεται. προσεύχεται, ἀλλ’ ἐπακούει. δακρύει ἀλλὰ παύει δάκρυον. ἐρωτᾷ ποῦ Λάζαρος, ἄνθρωπος γὰρ ἦν· ἀλλ’ ἐγείρει Θεὸς θεὸς γὰρ ἦν. πωλεῖται, καὶ λίαν εὐώνως, τριάκοντα γὰρ ἀργυρίων, ἁλλ’ ἐξαγοράζει κόσμον, καὶ μεγάλης τιμῆς, τοῦ ἰδίου γὰρ αἵματος. ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεται, ἀλλὰ ποιμαίνει τὸν Ἰσραήλ, νῦν δὲ καὶ πᾶσαν τὴν οἰκουμένην. ὡς ἀμνὸς ἄφωνος, ἁλλὰ λόγος ἐστί, φωνῇ βοῶντος ἐν τῆ ἐρήμῳ καταγγελλόμενος. μεμαλάκισται, τετραυμάτισται, ἀλλὰ θεραπεύει πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. ἐπὶ τὸ ξύλον ἀνάγεται, προσπήγνυται, ἀλλὰ τῷ ξύλῳ τῆς ζωῆς ἀποκαθίστησιν, ἀλλὰ σώζει καὶ λῃστὴν συσταυρούμενον, ἀλλὰ σκοτίζει πᾶν τὸ ὁρώμενον. ὄξος ποτίζεται, χολὴν βρωματίζεται· τίς; ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ὁ τῆς πικρᾶς γεύσεως καταλύτης, ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. παραδίδωσι τὴν ψυχήν, ἀλλ’ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν, ἁλλὰ καταπέτασμα ῥήγνυται, τὰ γὰρ ἄνω παραδείκνυται, ἀλλὰ πέτραι σχίζονται, ἀλλὰ νεκροὶ προεγείρονται. ἀποθνήσκει, ζωοποιεῖ δέ, καὶ καταλύει τῷ θανάτῳ τὸν θάνατον. θά- πτεται, ἀλλ’ ἀνίσταται. εἰς ᾅδου κάτεισιν, ἀλλ’ ἀνάγει ψυχάς, ἀλλ’ εἰς οὐρανοὺς ἄνεισιν, ἀλλ’ ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τοὺς τοιούτους βασανίσαι λόγους. εἰ ταῦτα ἐμποιεῖ σοι τῆς πλάνης τὴν ἀφορμήν, ἐκεῖνά σου λύει τὴν πλάνην.