Ancient Greek
Chapter 3
Gregory of Nazianzus, De Filio (Orat. 29) 3
Not analysed yet
Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ὅτε ὁ πατήρ. πότε δὲ ὁ πατήρ; οὐκ ἢν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με, καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ υἱὸς γεγέννηται; ὅτε ὁ πατὴρ οὐ γεγέννηται. πότε δὲ τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς οὐκ ἐκπεπόρευται, ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι, θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε, καὶ πρὸ τοῦδε, καὶ μετὰ ταῦτα, καὶ ἀπ’ ἀρχῆς, οὐκ ἄχρονα, κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν, τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον, ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα, εἰ συναίδια; ὅτι ἐκεῖθεν, εἰ καὶ μὴ μετ’ ἐκεῖνο. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀίδιον· τὸ ἀίδιον δέ, οὐ πάντως ἄναρχον, ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πὼς τῷ χρόνῳ, κἂν σὺ μορ- μολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος.