Ancient Greek
Chapter 13
Gregory of Nazianzus, De Filio (Orat. 30) 13
Not analysed yet
Ὅγδοόν ἐστιν αὐτοῖς τό· Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν· καὶ τό· Οὐδεὶς ἂγαθός, εἰ μὴ εἷς ὁ θεός. τοῦτο δὲ καὶ πάντῃ ῥᾴστην ἔχειν τὴν λύσιν μοι φαίνεται. εἰ γὰρ τὸ μόνον ἀληθινὸν ἐπὶ τοῦ πατρὸς θήσεις, ποῦ θήσεις τὴν αὐτοαλήθειαν ; καὶ γὰρ εἰ τῷ μόνῳ σοφῷ θεῷ, ἢ τῷ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς οἰκοῦντι ἀπρόσιτον, ἢ Βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ νοήσεις οὕτως, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ υἱός, ἢ σκότος, ἢ τὸ μὴ σοφὸς εἶναι, μηδὲ βασιλεύς, μηδὲ ἀόρατος, μηδὲ ὅλως θεός, ὂ τῶν εἰρημένων κεφάλαιον. πῶς δὲ οὐκ ἀπολεῖ μετὰ τῶν ἄλλων καὶ τὴν ἀγαθότητα, ἢ μάλιστα μόνου θεοῦ ; ἀλλ’ οἶμαι τὸ μέν· Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν, ἐπ’ ἀναιρέσει λέγεσθαι τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δέ. οὐ γὰρ ἂν προσέκειτο· Καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν, εἰ πρὸς ἐκεῖνον ἀντιδιῄρητο τὸ μόνον ἀληθινόν, ἁλλὰ μὴ κατὰ κοινοῦ τῆς θεότητος ἦν ὁ λόγος. τὸ δέ, Οὐδεὶς ἀγαθός, ἀπάντησιν ἔχει πρὸς τὸν πειράζοντα νομικόν, ὡς ἀνθρώπῳ τὴν ἀγαθότητα μαρτυρήσαντα. τὸ γὰρ ἄκρως ἀγαθόν, φησι, μόνου θεοῦ, κἂν τοῦτο καὶ ἄνθρωπος ὀνομάζηται, ὡς τό· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν· καί, δώσω τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπὲρ σέ, τοῦ θεοῦ πρὸς τὸν Σαοὺλ περὶ τοῦ Δαβὶδ λέγοντος· καὶ τό· Ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς· καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται περὶ τῶν ἐν ἡμῖν ἐπαινουμένων, ἐφ’ οὓς ἡ ἀπόρροια τοῦ πρώτου καλοῦ καὶ κατὰ δεύτερον λόγον ἔφθασεν. εἰ μὲν οὖν πείθομεν τοῦτο, ἄριστον· εἰ δὲ μή, τί φήσεις πρὸς τοὺς λέγοντας ἑτέρωθι, τὸν υἱὸν μόνον εἰρῆσθαι θεὸν κατὰ τὰς σὰς ὑποθέσεις ; ἐν τίσι τοῖς ῥήμασιν ; ἐν ἐκείνοις· Οὗτός σου θεός, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ μετ’ ὀλίγα· Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ πατρὸς ἀλλὰ τοῦ υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. εἰ δὲ νικήσειε κατὰ τοῦ πατρὸς λέγεσθαι τοῦτο, μὴ τῶν νομιζομένων θεῶν, ἡττήμεθα τὸν πατέρα, δι’ ὧν τοῦ υἱοῦ κατεσπουδάσαμεν. τί ἃν τῆς νίκης ταύτης γένοιτο ἀθλιώτερον ἢ ζημιωδέστερον ;