Ancient Greek
Chapter 18
Gregory of Nazianzus, De Filio (Orat. 30) 18
Not analysed yet
Ὅσον δ’ οὖν ἐκ τῶν ἡμῖν ἐφικτῶν, ὁ μὲν ὤν, καὶ ὁ θεός, μᾶλλόν πὼς τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον ὁ ὤν· οὐ μόνον ὅτι τῷ Μωυσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους, καὶ τὴν κλῆσιν ἀπαιτούμενος, ἥ τίς ποτε εἴη, τοῦτο προσεῖπεν ἑαυτόν, ’Ο ὢν ἀπέσταλκέ με, τῷ λαῷ κελεύσας εἰπεῖν· ἀλλ’ ὅτι καὶ κυριωτέραν ταύτην εὐρίσκομεν. ἢ μὲν γὰρ τοῦ θεοῦ, κἂν ἀπὸ τοῦ θέειν, ἢ αἴθειν, ἠτυμολόγηται τοῖς περὶ ταῦτα κομψοῖς, διὰ τὸ ἀεικίνητον καὶ δαπανητικὸν τῶν μοχθῇρῶν ἕξεων, —καὶ γὰρ πῦρ καταναλίσκον ἐντεῦθεν λέγεται, —ἀλλ’ οὖν τῶν πρός τι λεγομένων ἐστί, καὶ οὐκ ἄφετος· ὥσπερ καὶ ἡ κύριος φωνή, ὄνομα εἶναι θεοῦ καὶ αὐτὴ λεγομένη· Ἐγὼ γάρ, φησι, κύριος ὁ θεός σου· τοῦτό μού ἐστιν ὄνομα. καί, κύριος ὄνομα αὐτῷ. ἡμεῖς δὲ φύσιν ἐπιζητοῦμεν, ᾗ τὸ εἶναι καθ’ ἑαυτό, καὶ οὐκ ἄλλῳ συνδεδεμένον· τὸ δὲ ὂν ἴδιον ὄντως θεοῦ, καὶ ὅλον, μήτε τῷ πρὸ αὐτοῦ, μήτε τῷ μετ’ αὐτόν, οὐ γὰρ ἢν, ἢ ἔσται, περατούμενον ἢ περικοπτόμενον.