Ancient Greek
Chapter 16
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 16
Not analysed yet
Οἵ τε παρ’ Ἑλλήνων σεβόμενοι θεοί τε καὶ δαίμονες, ὡς αὐτοὶ λέγουσιν, οὐδὲν ἡμῶν δέονται κατηγόρων, ἀλλὰ τοῖς σφῶν αὐτῶν ἁλίσκονται θεολόγοις, ὡς μὲν ἐμπαθεῖς, ὡς δὲ στασιώδεις, ὅσων δὲ κακῶν γέμοντες καὶ μεταβολῶν, καὶ οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς τὰς πρώτας αἰτίας ἀντιθέτως ἔχοντες, οὓς δὴ ᾿Ωκεανούς, καὶ Τηθύας, καὶ Φάνητας, καὶ οὐκ οἶδα οὕς τινας ὀνομάζουσι· καὶ τελευταῖόν τινα θεὸν μισότεκνον διὰ φιλαρχίαν, πάντας καταπίνοντα τοὺς ἄλλους ἐξ ἀπληστίας, ἵνα γένηται πάντων ἀνδρῶν τε θεῶν τε πατήρ, δυστυχῶς ἐσθιομένων καὶ ἐμουμένων. εἰ δὲ ταῦτα μῦθοι καὶ ὑπόνοιαί τινες, ὡς αὐτοί φασι, τὸ αἰσχρὸν τοῦ λόγου διαδιδράσκοντες, τί φήσουσι πρὸς τό, Τριχθὰ δὲ πάντα δέδασται, καὶ τὸ ἄλλον ἄλλῳ τινὶ τῶν ὄντων ἐπιστατεῖν, διῃρημένους καὶ ταῖς ὕλαις καὶ τοῖς ἀξιώμασι; τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον· οὐδὲ αὕτη μερὶς τῷ Ἰακώβ, φησιν ὁ ἐμὸς θεολόγος· ἀλλὰ τὸ ἓν ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ συγκείμενον οὐχ ἧττον ἢ πρὸς ἑαυτό, τῷ ταὐτῷ τῆς οὐσίας καὶ τῆς δυνάμεως. καὶ οὗτος ὁ τῆς ἑνώσεως λόγος, ὅσον ἐφ᾿ οἷς ἡμεῖς κατειλήφαμεν. εἰ μὲν οὖν οὗτος ἰσχυρὸς ὁ λόγος, τῷ θεῷ χάρις τῆς θεωρίας· εἰ δὲ μή, ζητῶμεν τὸν ἰσχυρότερον.