Ancient Greek
Chapter 17
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 17
Not analysed yet
Τοὺς δὲ σοὺς λόγους οὐκ οἶδα πότερον παίζοντος εἶναι φήσομεν, ἢ σπουδάζοντος, οἷς ἀναιρεῖς ἡμῶν τὴν ἕνωσιν. τίς γὰρ δὴ καὶ ὁ λόγος ; τὰ ὁμοούσια συναριθμεῖταl, φησι· συναρίθμησιν λέγων τὴν εἰς ἀριθμὸν ἕνα συναίρεσιν· οὐ συναριθμεῖται δὲ τὰ μὴ ὁμοούσια· ὥστε ὑμεῖς μὲν οὐ φεύξεσθε τὸ τρεῖς λέγειν θεοὺς κατὰ τὸν λόγον τοῦτον· ἡμῖν δὲ οὐδὲ εἷς κίνδυνος· οὐ γὰρ ὁμοούσια λέγομεν. σὺ μὲν οὖν ἀπήλλαξας σεαυτὸν πραγμάτων μιᾷ φωνῇ, καὶ τὴν κακὴν νίκην νενίκηκας· ὅμοιόν τι ποιήσας τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις. ἵνα γὰρ μὴ κάμῃς τῇ μοναρχίᾳ συνιστάμενος, ἠρνήσω θεότητα, καὶ προδέδωκας τοῖς ἐχθροῖς τὸ ζητούμενον. ἐγὼ δὲ κἄν τι δέῃ καμεῖν, οὐ προήσομαι τὸ προσκυνούμενον. ἐνταῦθα δὲ οὐδὲ ὁρῶ τίς ο πόνος.