Ancient Greek
Chapter 18
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 18
Not analysed yet
Συναριθμεῖται, φής, τὰ ὁμοούσια· τὰ δὲ μὴ οὕτως ἔχοντα μοναδικὴν ἔχει τὴν δήλωσιν. πόθεν σοι τοῦτο, καὶ παρὰ τίνων δουματιστῶν καὶ μυθολόγων ; ἢ ἀγνοεῖς, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὕπο κε ὑποκειμένων μέν ὢν ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων ; ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω, μᾶλλον δὲ ἀμαθῶς, ὥστε τρία μὲν ὀνομάζω τὰ τοσαῦτα τῷ ἀριθμῷ, κἂν διέστηκε τὴν φύσιν· ἓν δέ, καὶ ἕν, καὶ ἕν, ἄλλως τὰς τοσαύτας μονάδας, κἂν τῇ οὐσία συνάπτωνται, οὐ πρὸς τὰ πράγματα μᾶλλον ἀφορῶν, ἢ τὸ πόσον τῶν πραγμάτων, καθ’ ὧν ἡ ἀρίθμησις. ἐπεὶ δὲ λίαν περιέχῃ τοῦ γράμματος, καίτοι γε πολεμῶν τῷ γράμματι, ἐκεῖθέν μοι λάβε τὰς ἀποδείξεις. τρία ἐν ταῖς παροιμίαις ἐστίν, ἃ εὐόδως πορεύεται, λέων, καὶ τράγος, καὶ ἁλεκτρυών· καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει τὸ τέταρτον· ἵνα μὴ λέγω τὰς ἄλλας ἐκεῖ τετράδας ἀριθμουμένας, τῆ φύσει δὲ διῃρημένας. καὶ δύο τῷ Μωυσεῖ χερουβὶμ εὑρίσκω μοναδικῶς ἀριθμούμενα. πῶς οὖν ἢ ἐκεῖνα τρία, κατὰ τὴν σὴν τεχνολογίαν, τοσοῦτον ἀλλήλων ἀπερρηγμένα ταῖς φύσεσιν· ἢ ταῦτα μοναδικά, τοσοῦτον ἀλλήλοις ὁμοφυῆ καὶ συγκείμενα ; εἰ γὰρ λέγοιμι θεὸν καὶ μαμωνᾶν δύο κυρίους εἰς ἓν ἀριθμουμένους, τοσούτῳ μακρὰν ὄντας ἀλλήλων, τάχα ἃν καὶ μᾶλλον γελασθείην τῆς συναριθμήσεως.