Ancient Greek
Chapter 20
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 20
Not analysed yet
Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἔξω λόγου. τὸ ἓν καὶ τὸ ἓν οὐκ εἰς δύο συντίθεται ; τὰ δύο δὲ οὐκ εἰς ἓν καὶ ἓν ἀναλύεται ; δῆλον ὅτι. εἰ οὖν ὁμοούσια μὲν τὰ συντιθέμενα κατὰ τὸν σὸν λόγον, ἑτεροούσια δὲ τὰ τεμνόμενα, τί συμβαίνει ; τὰ αὐτὰ ὁμοούσιά τε εἶναι καὶ ἑτεροούσια. γελῶ σου καὶ τὰς προαριθμήσεις, καὶ τὰς ὑπαριθμήσεις, αἷς σὺ μέγα φρονεῖς, ὥσπερ ἐν τῇ τάξει τῶν ὀνομάτων κειμένων τῶν πραγμάτων. εἰ γὰρ τοῦτο, τί κωλύει κατὰ τὸν αὐτὸν λόγον, ἐπειδὴ τὰ αὐτὰ καὶ προαριθμεῖται καὶ ὑπαριθμεῖται παρὰ τῇ γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως, αὐτὰ ἑαυτῶν εἶναι τιμιώτερά τε καὶ ἀτιμότερα ; ὁ δὲ αὐτός μοι καὶ περὶ τῆς Θεὸς φωνῆς καὶ Κύριος λόγος· ἔτι δὲ τῶν προθέσεων, τῆς ἐξ οὗ, καὶ δι’ οὗ, καὶ ἐν ᾧ, αἷς σὺ κατατεχνολογεῖς ἡμῖν τὸ θεῖον, τὴν μὲν τῷ πατρὶ διδούς, τὴν δὲ τῷ υἱῷ, τὴν δὲ τῷ ἁγίῳ πνεύματι. τί γὰρ ἂν ἐποίησας, παγίως ἑκάστου τούτων ἑκάστῳ νενεμημένου· ὁπότε πάντων πᾶσι συντεταγμένων, ὡς δῆλον τοῖς φιλοπόνοις, τοσαύτην σὺ διὰ τούτων εἰσάγεις καὶ τῆς ἀξίας καὶ τῆς φύσεως ἀνισότητα; ἀπόχρη καὶ ταῦτα τοῖς μὴ λίαν ἀγνώμοσιν. ἐπεὶ δέ σε τῶν χαλεπῶν ἐστίν, ἅπαξ ἐπιπηδήσαντα τῷ πνεύματι, τῆς φορᾶς σχεθῆναι, ἁλλὰ μή, καθάπερ τῶν συῶν τοὺς θρασυτέρους, εἰς τέλος φιλονεικεῖν, καὶ πρὸς τὸ ξίφος ὠθίζεσθαι, μέχρις ἂν πᾶσαν εἴσω τὴν πληγὴν ὑπολάβῃς ,φέρε, σκεψώμεθα τίς ἔτι σοι λείπεται λόγος.