Ancient Greek
Chapter 21
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 21
Not analysed yet
Πάλιν καὶ πολλάκις ἀνακυκλεῖς ἡμῖν τὸ ἄγραφον. ὅτι μὲν οὖν οὐ ξένον τοῦτο, οὐδὲ παρείσακτον, ἀλλὰ καὶ τοῖς πάλαι καὶ τοῖς νῦν γνωριζόμενον καὶ παραγυμνούμενον, δέδεικται μὲν ἤδη πολλοῖς τῶν περὶ τούτου διειληφότων, ὅσοι μὴ ῥᾳθύμως μηδὲ παρέργως ταῖς θείαις γραφαῖς ἐντυχόντες, ἀλλὰ διασχόντες τὸ γράμμα καὶ εἴσω παρακύψαντες, τὸ ἀπόθετον κάλλος ἰδεῖν ἠξιώθησαν, καὶ τῷ φωτισμῷ τῆς γνώσεως κατηυγάσθησαν. δηλώσομεν δὲ καἰ ἡμεῖς ἐξ ἐπιδρομῆς, ὅσον ἐνδέχεται, τοῦ μὴ δοκεῖν εἶναι περιττοί τινες, μηδὲ φιλοτιμότεροι τοῦ δέοντος, ἐποικοδομοῦντες ἐπὶ θεμέλιον ἀλλότριον. εἰ δὲ τὸ μὴ λίαν σαφῶς γεγράφθαι θεὸν μηδὲ πολλάκις ὀνομαστί, ὥσπερ τὸν πατέρα πρότερον καὶ τὸν υἱὸν ὕστερον, αἴτιόν σοι γίνεται βλασφημίας, καὶ τῆς περιττῆς ταύτης γλωσσαλγίας καὶ ἀσεβείας, ἡμεῖς σοι λύσομεν ταύτην τὴν βλάβην, μικρὰ περὶ πραγμάτων καὶ ὀνομάτων καὶ μάλιστα παρὰ τῆ τῆς γραφῆς συνηθείᾳ φιλοσοφήσαντες.