Ancient Greek
Chapter 23
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 23
Not analysed yet
Πάλιν σὺ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, τὰς σὰς ἀκροπόλεις, ἢ καὶ ἡμεῖς τὸ ἀθάνατον ; δεῖξον ταῦτα ὀνομαστί, ἢ διαγράψομεν, καὶ τέθνηκας ἐκ τῶν σῶν ὑποθέσεων, καθαιρεθέντων σοι τῶν ὀνομάτων, καὶ τοῦ τείχους τῆς καταφυγῆς ἐφ’ ᾧ ἐπεποίθεις. ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται ; τίνων τούτων ; Ἐγώ εἰ μί’ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. καί, Πρὸ ἐμοῦ οὐκ ἔστιν ἄλλος θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. ὅλον γὰρ τὸ ἔστιν ἐμόν· οὔτε ἠργμένον, οὔτε παυσόμενον. ταῦτα λαβών, τὸ μὲν μὴ εἶναί τι πρὸ αὐτοῦ, μηδὲ πρεσβυτέραν αἰτίαν ἔχειν, ἄναρχον προσηγόρευσας, καὶ ἀγέννητον· τὸ δὲ μὴ στήσεσθαι τοῦ εἶναι, ἀθάνατον καὶ ἀνώλεθρον. αἱ μὲν δὴ πρῶται συζυγίαι τοιαῦται, καὶ οὕτως ἔχουσαι. τίνα δὲ οὔτε ἔστιν, οὔτε λέγεται; πονηρὸν τὸ θεῖον, ἡ σφαῖρα τετράγωνος, τὸ παρελθὸν ἐνέστηκεν, οὐ σύνθετον ὁ ἄνθρωπος. τίνα γὰρ εἰς τοσοῦτόν ποτε ἐμπληξίας ἀφικόμενον ἔγνως, ὥστε τι τοιοῦτον ἢ ἐννοῆσαι τολμῆσαι, ἢ ἀποφήνασθαι ; λείπεται δεῖξαι τίνα καὶ ἔστι καὶ λέγεται· θεός, ἄνθρωπος, ἄγγελος, κρίσις· ματαιότης οἱ τοιοῦτοι συλλογισμοί, καὶ τῆς πίστεως ἀνατροπή, καὶ τοῦ μυστηρίου κένωσις.