Ancient Greek
Chapter 22
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 22
Not analysed yet
τῶν πραγμάτων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ· τὰ δὲ ὄντα οὐ λέγεται· τὰ δὲ οὔτε ἔστιν, οὔτε λέγεται· τὰ δὲ ἄμφω, καὶ ἔστι, καὶ λέγεται. τούτων ἀπαιτεῖς με τὰς ἀποδείξεις ; παρασχεῖν ἕτοιμος. ὑπνοῖ τῆ γραφῇ θεός, καὶ γρηγορεῖ, καὶ ὀργίζεται, καὶ βαδίζει, καὶ θρόνον ἔχει τὰ χερουβίμ· καίτοι πότε γέγονεν ἐμπαθής ; πότε δὲ σῶμα θεὸν ἀκήκοας ; τοῦτο οὐκ ὂν ἀνεπλάσθη. ὠνομάσαμεν γάρ, ὡς ἡμῖν ἐφικτόν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. τὸ μὲν ἠρεμεῖν αὐτὸν ἀφ’ ἡμῶν, καὶ οἷον ἀμελεῖν, δι’ ἃς αὐτὸς οἶδεν αἰτίας, ὑπνοῦν. τὸ γὰρ ἡμέτερον ὑπνοῦν τοιοῦτον, ἀνενέργητόν τε καὶ ἄπρακτον. τὸ δὲ ἀθρόως εὖ ποιεῖν ἐκ μεταβολῆς, γρηγορεῖν. ὕπνου γὰρ λύσις ἐγρήγορσις, ὥσπερ ἀποστροφῆς ἐπίσκεψις. τὸ δὲ κολάζειν ὀργίζεσθαι πεποιήκαμεν· οὕτω γὰρ ἡμῖν ἐξ ὀργῆς ἡ κόλασις. τὸ δὲ νῦν μὲν τῇδε, νῦν δὲ τῇδε ἐνεργεῖν, βαδίζειν. ἡ γὰρ ἀπ’ ἄλλου πρὸς ἄλλο μετάβασις, βαδισμός. τὸ δὲ ἐναναπαύεσθαι ταῖς ἁγίαις δυνάμεσι, καὶ οἷον ἐμφιλοχωρεῖν, καθέζεσθαι καὶ θρονίζεσθαι. καὶ τοῦτο ἡμέτερον. οὐδενὶ γὰρ οὕτως ὡς τοῖς ἁγίοις τὸ θεῖον ἐναναπαύεται. τὸ δὲ ὀξυκίνητον, πτῆσιν· τὴν δὲ ἐπισκοπήν, πρόσωπον· τὸ διδόναι δὲ καὶ προσίεσθαι, χεῖρα· καὶ ἄλλη τις ὅλως τῶν τοῦ θεοῦ δυνάμεων ἢ ἐνεργειῶν ἄλλο τι τῶν σωματικῶν ἡμῖν ἀνεζωγράφησεν.