Ancient Greek
Chapter 6
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 6
Not analysed yet
Ἡμῖν δὲ πρὸς μὲν τοὺς οὐδὲ εἶναι ὑπειληφότας οὐδεὶς λόγος, ἢ τοὺς ληροῦντας ἐν Ἕλλησιν. μηδὲ γὰρ ἁμαρτωλῶν ἐλαίῳ πιανθείημεν εἰς τὸν λόγον. πρὸς δὲ τοὺς ἄλλους οὕτω διαλεξόμεθα. τὸ πνεῦμα τὸ ἅγιον ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων· ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός. εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτο ἂν εἴη θεοῦ. τί γὰρ ἕτερον, ἢ τίνος ; τοῦτο γάρ πως μᾶλλον καὶ φεύγει σύνθεσιν. καὶ εἰ ἐνέργεια, ἐνεργηθήσεται δῆλον ὅτι, οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται. τοιοῦτον γὰρ ἡ ἐνέργεια. πῶς οὖν ἐνεργεῖ, καὶ τάδε λέγει, καὶ ἀφορίζει, καὶ λυπεῖται, καὶ παροξύνεται, καὶ ὅσα κινουμένου σαφῶς ἐστίν, οὐ κινήσεως; εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα ὑποληφθήσεται, ἢ θεός. μέσον γάρ τι τούτων, ἤτοι μηδετέρου μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. ἀλλ᾿ εἰ μὲν κτίσμα, πῶς εἰς αὐτὸ πιστεύομεν, ἢ ἐν αὐτῷ τελειούμεθα ; οὐ γὰρ ταὐτόν ἐστι πιστεύειν εἴς τι, καὶ περὶ αὐτοῦ πιστεύειν. τὸ μὲν γάρ ἐστι θεότητος, τὸ δὲ παντὸς πράγματος. εἰ δὲ θεός, ἀλλ᾿ οὐ κτίσμα, οὐδὲ ποίημα, οὐδὲ σύνδουλον, οὐδ᾿ ὅλως τι τῶν ταπεινῶν ὀνομάτων.