Ancient Greek
Chapter 7
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 7
Not analysed yet
Ἑνταῦθα σὸς ὁ λόγος ’αἱ σφενδόναι πεμπέσθωσαν, οἱ συλλογισμοὶ πλεκέσθωσαν. ἢ ἀγέννητον πάντως, ἢ γεννητόν. καὶ εἰ μὲν ἀγέννητον, δύο τὰ ἄναρχα. εἰ δὲ γεννητόν, ὑποδιαίρει πάλιν· ἢ ἐκ τοῦ πατρὸς τοῦτο, ἢ ἐκ τοῦ υἱοῦ. καὶ εἰ μὲν ἐκ τοῦ πατρός, υἱοὶ δύο καὶ ἀδελφοί. σὺ δέ μοι πλάττε καὶ διδύμους, εἰ βούλει, ἢ τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον ’ἐπειδὴ λίαν εἶ φιλοσώματος. εἰ δὲ ἐκ τοῦ υἱοῦ, πέφηνέ, φησι, καὶ υἱωνὸς ἡμῖν θεός· οὗ τί ἂν γένοιτο παραδοξότερον ; ταῦτα μὲν οὖν οἱ σοφοὶ τοῦ κακοποιῆσαι, τὰ δὲ ἂγ ἀθ’ ἁ γράφειν οὐ θέλοντες. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἀναγκαίαν τὴν διαίρεσιν, ἐδεξάμην ἂν τὰ πράγματα, οὐ φοβηθεὶς τὰ ὀνόματα. οὐ γάρ, ἐπειδὴ κατά τινα σχέσιν ὑψηλοτέραν υἱὸς ὁ υἱός, οὐ δυνηθέντων ἡμῶν ἄλλως ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ τοῦ θεοῦ καὶ ὁμοούσιον, ἤδη καὶ πάσας οἰητέον ἀναγκαῖον εἶναι τὰς κάτω κλήσεις, καὶ τῆς ἡμετέρας συγγενείας, μεταφέρειν ἐπὶ τὸ θεῖον. ἢ τάχα ἃν σύ γε καὶ ἄρρενα τὸν θεὸν ἡμῖν ὑπολάβοις, κατὰ τὸν λόγον τοῦτον, ὅτι θεὸς ὀνομάζεται, καὶ πατήρ ; καὶ θῆλύ τι τὴν θεότητα, ὅσον ἐπὶ ταῖς κλήσεσι ; καὶ τὸ πνεῦμα οὐδέτερον, ὅτι μὴ γεννητικόν ; εἰ δέ σοι καὶ τοῦτο παιχθείη, τῇ ἑαυτοῦ θελήσει τὸν θεὸν συγγενόμενον, κατὰ τοὺς παλαιοὺς λήρους καὶ μύθους, γεννήσασθαι τὸν υἱόν, εἰσήχθη τις ἡμῖν καὶ Μαρκίωνος καὶ Οὐαλεντίνου θεὸς ἀρρενόθηλυς, τοῦ τοὺς καινοὺς αἰῶνας ἀνατυπώσαντος.