Ancient Greek
Chapter 27
Gregory of Nazianzus, De Theologia (Orat. 28) 27
Not analysed yet
Θαλάττης δέ, εἰ μὲν μὴ τὸ μέγεθος εἶχον θαυμάζειν, ἐθαύμασα ἂν τὸ ἥμερον, καὶ πῶς ἵσταται λελυμένη τῶν ἰδίων ὅρων ἐντός· εἰ δὲ μὴ τὸ ἥμερον, πάντως τὸ μέγεθος. ἐπεὶ δὲ ἀμφότερα, τὴν ἐν ἀμφοτέροις δύναμιν ἐπαινέσομαι. τί τὸ συναγαγόν; τί τὸ δῆσαν; πῶς ἐπαίρεταί τε καὶ ἵσταται, ὥσπερ αἰδουμένη τὴν γείτονα γῆν; πῶς καὶ δέχεται ποταμοὺς ἅπαντας, καὶ ἡ αὐτὴ διαμένει διὰ πλήθους περιουσίαν, ἢ οὐκ οἶδ’ ὅτι χρὴ λέγειν; πῶς ψάμμος ὅριον αὐτῇ, τηλικούτῳ στοιχείῳ; ἔχουσί τι λέγειν οἱ φυσικοὶ καὶ σοφοὶ τὰ μάταια, καὶ κυάθῳ μετροῦντες ὄντως τὴν θάλασσαν, τὰ τηλικαῦτα ταῖς ἑαυτῶν ἐπινοίαις; ἢ συντόμως ἐγὼ παρὰ τῆς γραφῆς τοῦτο φιλοσοφήσω καὶ τῶν μακρῶν λόγων πιθανώτερόν τε καὶ ἀληθέστερον; Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος. τοῦτο τῆς ὑγρᾶς φύσεως ὁ δεσμός. πῶς δὲ τὸν χερσαῖον ναυτίλον ἄγει ξύλῳ μικρῷ καὶ πνεύματι, —τοῦτο οὐ θαυμάζεις ὁρῶν; οὐδ’ ἐξίσταταί σου ἡ διάνοια; —iva γῆ καὶ θάλασσα δεθῶσι ταῖς χρείαις καὶ ταῖς ἐπιμιξίαις, καὶ εἰς ἓν ἔλθῃ τῷ ἀνθρώπῳ τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὴν φύσιν; τίνες δὲ πηγῶν αἱ πρῶται πηγαί, ζήτησον, ἄνθρωπε, εἴ τί σοι τούτων ἐξιχνεῦσαι ἢ εὑρεῖν δυνατόν. καὶ τίς ὁ ποταμοῖς σχίσας καὶ πεδία καὶ ὄρη, καὶ δοὺς τὸν δρόμον ἀκώλυτον; καὶ πῶς ἐκ τῶν ἐναντίων τὸ θαῦμα, μήτε θαλάσσης ἐπεξ- ιούσης, μήτε ποταμῶν ἱσταμένων; τίς δὲ ἡ τῶν ὑδάτων τροφή, καὶ τί τὸ ταύτης διάφορον, τῶν μὲν ἄνωθεν ἀρδομένων, τῶν δὲ ταῖς ῥίζαις ποτιζομένων, ἵνα τι καὶ αὐτὸς κατατρυφήσω τοῦ λόγου, θεοῦ τὴν τρυφὴν ἐξηγούμενος;