Ancient Greek · ~6 min
Chapter 29
Gregory of Nazianzus, De Theologia (Orat. 28) 29
Not analysed yet
τίς περιήγαγεν οὐρανόν, ἔταξεν ἀστέρας; μᾶλλον δὲ τί πρὸ τούτων οὐρανὸς καὶ ἀστέρες ἔχοις ἂν εἰπεῖν ὁ μετέωρος, ὁ τὰ ἐν ποσὶν ἀγνοῶν, καὶ οὐδὲ σεαυτὸν μετρῆσαι δυνάμενος, τὰ δὲ ὑπὲρ τὴν σὴν φύσιν πολυπραγμονῶν, καὶ κεχηνὼς εἰς τὰ ἄμετρα; ἔστω γάρ σε κύκλους καὶ περιόδους καὶ παησιασμοὺς καἰ ἀποχωρήσεις καταλαμβάνειν, λαμβάνειν, ἐπιτολὰς καὶ ἀνατολάς, καὶ μοίρας τινὰς καἰ λεπτότητας, καὶ ὅσοις σὺ τὴν θαυμασίαν σου ταύτην ἐπιστήμην ἀποσεμνύνεις· οὔπω τοῦτο κατάληψις τῶν ὄντων ἐστίν, ἀλλὰ κινήσεως τινος ἐπιτήρησις, ἣ πλείονι γυμνασία βεβαιωθεῖσα, καὶ εἰς ἓν ἀγαγοῦσα τὰ τηρηθέντα πλείοσιν, εἶτα λόγον ἐπινοήσασα, ἐπιστήμη προσηγορεύθη· ὥσπερ τὰ περὶ σελήνην παθήματα γνώριμα γέγονε τοῖς πολλοῖς, τὴν ὄψιν ἀρχὴν λαβόντα τῆς γνώσεως. σὺ δέ, εἰ λίαν ἐπιστήμων εἶ τούτων, καὶ δικαίως ζητεῖς θαυμάζεσθαι, εἰπὲ τίς ἡ τῆς τἀξ ἕως αἰτία καὶ τῆς κινήσεως; πόθεν ἥλιος φρυκτωρεῖ πάσῃ τῆ οἰκουμένῃ καὶ πάσαις ὄψεσιν, ὥσπερ χοροῦ τινὸς κορυφαῖος, πλέον τοὺς ἄλλους ἀστέρας ἀποκρύπτων φαιδρότητι ἤ τινες ἐκείνων ἑτέρους; ἀπόδειξις δέ, οἱ μὲν ἀντιλάμπουσιν, ὁ δὲ ὑπερλάμπει, καὶ οὐδὲ ὅτι συνανίσχουσιν ἐᾷ γνωρίζεσθαι, καλὸς ὡς νυμφίος, ταχὺς ὡς γίγας καὶ μέγας· οὐδὲ γὰρ ἀνέχομαι ἄλλοθεν ἢ τοῖς ἐμοῖς τοῦτον ἀποσεμνύνειν· τοσοῦτος τὴν δύναμιν, ὥστε ἀπ’ ἄλλων ἄκρων ἄλλα τῆ θερμότητι καταλαμβάνειν, καὶ μηδὲν διαφεύγειν αὐτοῦ τὴν αἴσθησιν, ἀλλὰ πᾶσαν πλη- ροῦσθαι καὶ ὄψιν φωτὸς καὶ σωματικὴν φύσιν θερμότητος· θέροντος, ἀλλ’ οὐ φλέγοντος, εὐκρασίας ἡμερότητι καὶ τάξει κινήσεως, ὡς πᾶσι παρόντος, καὶ πάντα ἐπίσης περιλαμβάνοντος.