Ancient Greek · ~4 min
Chapter 4
Gregory of Nazianzus, De Theologia (Orat. 28) 4
Not analysed yet
Ἀρκτέον οὖν οὕτω πάλιν. θεὸν νοῆσαι μὲν χαλεπόν· φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ’ Ἕλλησι θεολόγων ἐφιλοσόφησεν,—οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξη τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον. τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἁλλ’ ἀμυδρῶς γε, τῷ μὴ πάντη τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις, καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντη, ἀλλ’ ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.