Ancient Greek · ~4 min
Chapter 7
Gregory of Nazianzus, De Theologia (Orat. 28) 7
Not analysed yet
Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχη τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως. οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.