Ancient Greek
Section 2
Gregory of Nazianzus, In seipsum ad patrem et Basilium magnum (orat. 10) 2
Not analysed yet
Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρατα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διάνοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλουτοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπομαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ' ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δολίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κακίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρεπεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦμα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κάτω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπιτυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;