Ancient Greek
Section 3
Gregory of Nazianzus, In seipsum ad patrem et Basilium magnum (orat. 10) 3
Not analysed yet
Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἢν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγορήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέστερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συνηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρθου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦμα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τιμιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσγενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.