Ancient Greek
70 to 72
(H)eren(n)ius Philo Gramm. et Hist., De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis) 70-72
Not analysed yet
Ἰσθμὸς καὶ Πορθμὸς διαφέρει. Ἰσθμὸς γὰρ ἡ μέσον δύο θαλασσῶν γῆ· Πορθμὸς δὲ, ἡ μέσον δύο γαιῶν θάλασσα. Ἱκέσθαι καὶ Ἀφικέσθαι διαφέρει. Ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· Ἀφικέσθαι δὲ, τὸ ἐπανελθεῖν. Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι μὲν γὰρ οἱ ἐξ Ἰούδα τοῦ τετάρτου παιδὸς Ἰακὼβ. κληθέντες· Ἰδουμαῖοι δὲ οἱ ἐξ Ἰσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ.