Ancient Greek
78 to 80
(H)eren(n)ius Philo Gramm. et Hist., De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis) 78-80
Not analysed yet
Μάχη καὶ Πόλεμος διαφέρει. Μάκη μὲν γὰρ ἡ ἐν πολέμοις ἐστὶν ἐνέργεια· Πόλεμος δὲ, ὁ χρόνος, καὶ ἡ πρὸς τὴν μάχην παρασκευή. Μηρία καὶ Μηρὸς διαφέρει. Μηρία μὲν γὰρ, τὰ ἐναγιζόμενα τοῖς θεοῖς· Μηρὸς δὲ, τὰ μὴ οὕτως ἔχοντα. Μνᾶται καὶ Μνηστεύεται διαφέρει. Μνᾶται μὲν ὁ ἀνὴρ γυναῖκα· Μνηστεύεται δὲ ἡ γυνὴ ἄνδρα.