Ancient Greek
Dfhg-Source dfhg3_PHILO_BYBLIUS
(H)eren(n)ius Philo Gramm. et Hist., Fragmenta 12
Not analysed yet
Ἀγάθη, πόλις, Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ Σταδιασμῷ Ἀγαθὴν Τύχην αὐτήν φησιν. Εἰ δ ̓ οὕτω λέγοιτο, καὶ ὀξύνοιτ ̓ ἂν ὡς ἐπιθετικὸν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. Ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἀπὸ λίμνης Λιγυστίας*. Τάχα δ ̓ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὠς Εὔδοξος· βαρύνεται δέ.