Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_PHILO_BYBLIUS
(H)eren(n)ius Philo Gramm. et Hist., Fragmenta 4
Not analysed yet
Ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστοπίας παραθήσομαι ταῦτα· «Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς κινδύνων ἀντὶ τῆς τάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεων ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μνστικῶς. Κρόνος τοίνυν, ὅν οἱ Φοίνικος Ἦλ προσαγορεύουσι, Βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθεὶς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονσγενῆ, ὃν διὰ τοῦτο Ἰεοὺς ἐκάλουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῶν καλουμένου παρὰ τοῖς Φνίνιξι, κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν, Βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασάμενος κατέθυσε.»