Ancient Greek · ~1 min
Paragraph 6
Hanno, Periplus Hannonis 6
Not analysed yet
6. Κἀκεῖθεν δʼ ἀναχθέντες ἤλθομεν ἐπὶ μέγαν ποταμὸν Λίξον, ἀπὸ τῆς Λιβύης ῥέοντα. Παρὰ δʼ αὐτὸν νομάδες ἄνθρωποι Λιξῖται βοσκήματʼ ἔνεμον, παρʼ οἷς ἐμείναμεν ἄχρι τινὸς, φίλοι γενόμενοι.