Ancient Greek
Paragraph 8
Hanno, Periplus Hannonis 8
Not analysed yet
8. Λαβόντες δὲ παρʼ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ πάλιν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας δρόμον. Ἔνθα εὕρομεν ἐν μυχῷ τινος κόλπου νῆσον μικρὰν, κύκλον ἔχουσαν σταδίων πέντε· ἥν κατῳκίσαμεν, Κέρνην ὀνομάσαντες. Ἐτεκμαιρόμεθα δʼ αὐτὴν ἐκ τοῦ περίπλου κατʼ εὐθὺ κεῖσθαι Καρχηδόνος· ἐῴκει γὰρ ὁ πλοῦς ἔκ τε Καρχηδόνος ἐπὶ Στήλας κἀκεῖθεν ἐπὶ Κέρνην.