Ancient Greek
ΑΥΥΟΛΥΚΟΣ to ΑΥΤΟΜΑΧΕΙΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΑΥΥΟΛΥΚΟΣ-ΑΥΤΟΜΑΧΕΙΝ
Not analysed yet
Λυκούργου λόγος ἐστὶ κατ’ Αὐτολύκου τοῦ Ἀρεοπαγίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς ὁ αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους. τὸ δι’ ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ δι’ ἑτέρου, οἷον ἐάν τις εἰς πρατῆρα ἀνάγῃ, πρὸς ἐκεῖνον ἀποφαίνει τὴν δίκην οὖσαν· καὶ ἐάν τις παρέχῃ τὸν διαμαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, αὐτὸς μὲν οὐκέτι ἀγωνίζεται, πρὸς δὲ τὸν διαμαρτυρήσαντα ὁ ἀγών ἐστι. Λυσίας ἐν τῷ κατ’ Εὐκλέους χωρίου ἐξούλης.