Ancient Greek
ΒΟΥΤΑΔΗΣ to ΒΡΥΤΙΔΑΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΒΟΥΤΑΔΗΣ-ΒΡΥΤΙΔΑΙ
Not analysed yet
δῆμος τῆς Οἰνηΐδος φυλῆς Βούτεια, ἀφ’ ἧς οἱ δημόται Βουτάδαι. οὗτος ἔσχε τὴν ἱερωσύνην· καὶ ἀπὸ τούτου Βουτάδαι καὶ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθές. Ὅμηρος εἰ ἐτεὸν σός εἰμι. Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παρ’ Ἀθηναίοις. Δημοσθένης ἐν Φιλιππικῶν ζ. πόλις ἐστὶ τῆς Ἠπείρου, πληθυντικῶς οὐδετέρως λεγομένη, ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ὅτι λαμπρὸς ἦν ὁ βοώνης καὶ αἱ μέγισται ἀρχαὶ ἐπὶ τούτῳ ἐχειροτονοῦντο. ὄνομα γένους Ἀττικοῦ· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.