Ancient Greek
ΔΕΗΣΕΙΣ to ΔΕΙΝΩΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΔΕΗΣΕΙΣ-ΔΕΙΝΩΙ
Not analysed yet
ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ. κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμένων· ἤδη δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, οὕτως ἐκαλεῖτο. ἔστι δὲ τὸ ἔθος Ἀττικὸν, τὸ σημαίνειν ἀπὸ τῶν ἐν τῷ τόπῳ τοὺς τόπους αὐτούς. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος καὶ Λυσίας. Ὑπερείδης ἐν τῷ κατὰ Δημέου. λέγεται δὲ καὶ τὰς δειπνοφόρους καταλέγεσθαι νῦν, ὅτι αἱ τῶν κατακεκλειμένων παίδων μητέρες εἰσέπεμπον καθ’ ἡμέραν αὐτοῖς τροφὴν εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν, ἐν ᾧ διῃτῶντο, καὶ αὐταὶ συνῄεσαν ἀσπασόμεναι τοὺς ἑαυτῶν. δῆμος τῆς Λεοντίδας Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειραδιώτης. ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας β.