Ancient Greek
ΔΕΚΑ to ΔΕΚΑΔΑΡΧΙΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΔΕΚΑ-ΔΕΚΑΔΑΡΧΙΑ
Not analysed yet
ΔΕΚΑ καὶ ΔΕΚΑΔΟΥΧΟΣ· Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ ἦρχον μὲν γὰρ οἱ ί οἱ μετὰ τοὺς λ καταστάντες. περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν λ Ἀθήνησι χειροτονηθέντων ἀνδρῶν ι καὶ τῶν ἑξῆς εἴρηκεν Ἀνδροτίων ἐν τῇ γ. ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δῆλον ποιεῖ Ἀυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου. Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ι μόνον ἄνδρας κυρίους ἑκάστης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρχίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ς Φιλιππικῷ Δημοσθένους, ἀλλὰ τετραρχίαν.