Ancient Greek
Letter d
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΔΙΑΜΕΜΕΤΡΗΜΕΝΗ ΗΜΕΡΑ
Not analysed yet
μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ.