Ancient Greek
ΔΙΑΜΕΤΡΟΝ to ΔΙΑΨΗΦΙΣΙΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΔΙΑΜΕΤΡΟΝ-ΔΙΑΨΗΦΙΣΙΣ
Not analysed yet
τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀντὶ τοῦ σκευάσασθαι Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην. Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν’ ἀκακούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις. ἰδίως λέγεται ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίγνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστὶν ἢ παρεγγέγραπται ξένος ὤν· Αἰσχίνης κατὰ Τιμάρχου. ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῇ Ἀτθίδι καὶ Φιλόχορος ἐν ς τῆς Ἀτθίδος.