Ancient Greek
ΕΥΡΥΜΕΔΩΝ to ἙΩΛΟΚΡΑΣΙΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΕΥΡΥΜΕΔΩΝ-ἙΩΛΟΚΡΑΣΙΑ
Not analysed yet
Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν α. Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. τέμενός ἐστιν Εὐρυσάκους τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, ἐν Μελίτῃ. ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν, Ἀντιφῶν Πολιτικῷ. Δημοσθένης Φιλιππικῷ θ. οὗτος Ὠρείτης ἦν τὸ γένος, μετέσχε δὲ καὶ τῆς Πλάτωνος διατριβῆς. Λυσίας ἐν τῷ κατὰ Φιλοκράτους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος, ὥς φησι Διόδωρος. ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Δημοσθένους λόγος ἐστὶν ἐπιγραφόμενος ʽἔφεσις πρὸς Εὐβουλίδην,ʼ ἐν δὲ τῷ λόγῳ πολλάκις ἐστὶν ἡ ἔφεσις καὶ τὸ ἐφεῖναι ῥῆμα. ὁ ἐπὶ τῷ ἕκτῳ τοῦ κεφαλαίου· Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οἱ δικάζοντες τὰς ἐφ’ αἵματι κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανείῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρεαττοῖ ἐφέται ἐκαλοῦντο. Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ἱερόν ἐστι τῶν ιβ θεῶν ἐν Βοσπόρῳ, ὡς Τιμοσθένης ἐν τοῖς περὶ λιμένων. ἡ ἐπὶ τῶν ὅρων γινομένη προαγόρευσις, ὡς Δημοσθένης διδάσκει ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Θεόφραστος ἐν γ Νόμων. ἀντὶ τοῦ ἐφεδρεύειν· τὸ γὰρ κατά τινων ὁρμεῖν ἐπιτηροῦντας καιρὸν ἐπιθέσεως οὕτως ἔλεγον· Δημοσθένης Φιλιππικοῖς. ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος αἴτιος δ’ οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ κατα- σκεδάσας. Δίδυμος δὲ οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι.