Ancient Greek
ΘΑΡΓΗΛΙΑ to ΘΕΟΓΕΙΤΩΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΘΑΡΓΗΛΙΑ-ΘΕΟΓΕΙΤΩΝ
Not analysed yet
Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηρος κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην θέτο. καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶν ἄνθρωπε, τῇ πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι. ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. οὗτος ἐτυράννησεν. Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.