Ancient Greek
Letter q
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΘΗΤΕΣ
Not analysed yet
ΘΗΤΕΣ καὶ ΘΗΤΙΚΟΝ· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ’ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν.