Ancient Greek
ΚΑΤΑ ΤΗΝ ΑΓΟΡΑΝ ΑΨΕΥΔΕΙΝ to ΚΕΓΧΡΕΩΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΑΤΑ ΤΗΝ ΑΓΟΡΑΝ ΑΨΕΥΔΕΙΝ-ΚΕΓΧΡΕΩΝ
Not analysed yet
Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους α ὁ μὲν τοίνυν νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ. ἔοικεν ὁ νόμος περὶ τῶν ὠνίων κεῖσθαι· Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ. Φιλόχορος δὲ ἐν ς οὕτως Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῷ πρότερον ἔτει χορηγῶν παισὶ, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. ὁ συνεχῶς πεπληγμένος· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, ἐν τῷ κατ’ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος ὁ λόγος. Θεόπομπος Τισαμενῷ ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου α. ὅτι τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον Ἀριστοφάνης Πλούτῳ δηλοῖ ὅτι δὲ καὶ τῶν ἀπὸ θεωρίας %2 %2 %2 %2. κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, ὡς Θεόπομπος Ἡδυχάρει. ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπερείδῃ ἐν τῷ ὑπὲρ Χαιρεφίλου περὶ τοῦ ταρίχους. διεξῆλθε δὲ περὶ τῆς καταχειροτονίας καὶ Θεόφραστος ἐν δ Νόμων. ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους πολλάκις. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α. Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ κἄπειτ’ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων.