Ancient Greek
ΚΕΙΟΙ to ΚΕΡΚΩΨ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΕΙΟΙ-ΚΕΡΚΩΨ
Not analysed yet
Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν οἱ Κεῖοι μὲν πόλις τοσαύτη. Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοἰ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται. Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ’ ἦν τῶν ι φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ἵνα τοὺς κελέοντας κατέπηξεν. κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ’ Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα. Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου α. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν Ἀρκάδας Κερκιδᾶς. ὅτι δ’ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιε Φιλιππικῶν. εἶδος τι νεώς· Δείναρχος Τυρρηνικῷ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ’ αὐτῶν κληθῆναι. Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Κάνδουλον καὶ Ἄτλαντον.