Ancient Greek
ΚΙΝΑΔΟΣ to ΚΛΙΜΑΖΗΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΙΝΑΔΟΣ-ΚΛΙΜΑΖΗΙ
Not analysed yet
ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ’ Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον. Λυσίου β λόγοι εἰσὶ πρὸς Κινησίαν, ἐν οἷς πολλάκις μνημονεύει τἀνδρὸς, λέγων ὡς ἀσεβέστατος εἴη καὶ παρανομώτατος, καὶ ὅτι καὶ οἱ κωμῳδοδιδάσκαλοι καθ’ ἕκαστον ἐνιαυτὸν γράφουσιν εἰς αὐτόν. εἴη δ’ ἂν οὗτος ὁ διθυραμβοποιὸς, οὗ μέμνηνται πολλάκις οἱ κωμικοὶ καὶ Στράττις ὅλον δρᾶμα ποιήσας εἰς αὐτὸν, ὅπερ ἐπεγράφη Κινησίας, ἐν ᾧ καὶ τὴν ἀσέβειαν αὐτοῦ κωμῳδεῖ. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει. Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. ἔνιοι μετὰ τοῦ ς γράφουσι κιστοφόρος· τὰς γὰρ λεγομένας κίστας ἱερὰς εἶναι ἔλεγον τοῦ Διονύσου καὶ ταῖν θεαῖν. Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ʽσυνηγορία Αἰσχίνῃ ʽκατὰ Δεινίοὐ ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ. μήποτε δὲ δεῖ γράφειν ΒΛΙΜΑΖΗΙ, ἵν’ ᾖ οἷον θλίβῃ καὶ βιάζηται.