Ancient Greek
ΚΡΩΒΥΛΟΣ to ΚΤΗΣΙΟΥ ΔΙΟΣ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΚΡΩΒΥΛΟΣ-ΚΤΗΣΙΟΥ ΔΙΟΣ
Not analysed yet
Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν α. Ὑπερίδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ νῦν δ’ εἰς γυναικωνῖτιν εἰσιόνθ’ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ’ εἰστρέχοντα πορνίδια.