Ancient Greek
ΛΟΥΣΙΕΥΣ to ΛΥΚΕΙΟΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΛΟΥΣΙΕΥΣ-ΛΥΚΕΙΟΝ
Not analysed yet
Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ’ ἧς ὁ δημότης Λουσιεὺς, ὡς Διόδωρός φησιν. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ κά Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ’ ἐν τῇ δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.