Ancient Greek
ΜΑΣΤΗΡΕΣ to ΜΕΘΩΝΗ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΜΑΣΤΗΡΕΣ-ΜΕΘΩΝΗ
Not analysed yet
Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ. Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον; Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. ὄνομα κύριον. Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου. Δημοσθένης Φιλιππικοῖς. λέγοι ἂν τὴν ἐν Θρᾴκῃ, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. Δημήτριος δ’ ὁ Μάγνης ἐν ταῖς Συνωνύμοις πόλεσι τέσσαρας εἶναί φησι Μεθώνας.