Ancient Greek
ΜΕΛΙΤΗ to ΜΕΤΑΠΥΡΓΙΟΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΜΕΛΙΤΗ-ΜΕΤΑΠΥΡΓΙΟΝ
Not analysed yet
Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος. Δημοσθένης κατὰ Λακρίτου. μία πόλις ἐστὶ τῶν ἐν Παλλήνῃ Μένδη, ὑπὸ Ἐρετριέων ᾠκισμένη. Δημοσθένης Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμοπάτριος. τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ ΜΕΣΕΓΓΥΗΣΑΣΘΑΙ τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν. Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζ περὶ τῆς ἀρχαίας κωμῳδίας. Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.