Ancient Greek
ΝΕΩΣΙ to ΝΙΚΗ ἈΘΗΝΑ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΝΕΩΣΙ-ΝΙΚΗ ἈΘΗΝΑ
Not analysed yet
Δημοσθένης κατ’ Αἰσχίνου. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν η Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ’ ἐν ς Άτθίδος Νεῶνας. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος υἱὸς, ἄλλος δὲ Σταγειρίτης τὸ γένος, οὗ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν α περὶ ἀκροπόλεως.