Ancient Greek
ΟΙΟΣ ΕΙ to ΟΙΣΥΜΗ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΟΙΟΣ ΕΙ-ΟΙΣΥΜΗ
Not analysed yet
ΟΙΟΣ ΕΙ καὶ ΟΙΟΣ ΤΕ ΕΙ· τὸ μὲν χωρὶς τοῦ τέ σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τέ τὸ δύνασαι. ἀμφοτέροις ἐχρήσατο Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ.