Ancient Greek
ΠΑΡΑΦΡΥΚΤΩΡΕΙΝ to ΠΕΖΕΤΑΙΡΟΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΠΑΡΑΦΡΥΚΤΩΡΕΙΝ-ΠΕΖΕΤΑΙΡΟΙ
Not analysed yet
Δείναρχος ἐν τῇ κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν τῷ λόγῳ αὐτὸ ἐξηγήσατο. ΠΑΡΕΓΓΥΗΣΕΝ καὶ ΠΑΡΕΓΓΥΗΘΕΝΤΟΣ· Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἐπιτροπῆς ἀπολογίᾳ φησὶ τὸ μὲν παρὼν, τὸ δὲ παρ’ ἑτέρων μεταλαβεῖν παρεγγύησεν, ἀντὶ τοῦ παρέδωκεν ἐντειλάμενος ἑκατέρῳ, τῷ μὲν λαβεῖν, τῷ δὲ δοῦναι. καὶ πάλιν φησὶ τὰ μὲν ἐμοῦ διαλύσαντος, β τάλαντα καὶ λ μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος ἀντὶ τοῦ παραλαβόντος. ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ περὶ συντάξεως καὶ Δείναρχος ἐν τῷ ὑπὲρ τῆς νεώς. καὶ Κράτης Θηρίοις ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν η περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ’ αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. Ἰσοκράτης Αἰγινητικῷ. ὄνομα κύριον. ὄνομα κύριον, τραπεζίτης. ὄνομα κύριον, κλέπτης καὶ τοιχωρύχος. Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς, εἰ γνήσιος ὁ λόγος. ἔστι μοῖρα τῆς Ἀττικῆς, ἣ ἀπὸ τοῦ συμβεβηκότος ἐκαλεῖτο Πεδίον· εἶχε δὲ καὶ προβάτων νομὰς, καὶ τὰ ἐντεῦθεν, ὡς ἔοικεν, ἐκαλεῖτο Πεδιακά. ἔστι δὲ καὶ παρ’ ἄλλοις ῥήτορσι τοὔνομα. Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β Ἑλληνικῶν. Δημοσθένης Φιλιππικοῖς. Ἀναξιμένης ἐν α Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησὶν ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιῥ̣?ʼας προθυμότατοι διατελῶσιν ὄντες.