Ancient Greek
ΠΑΡΡΗΣΙΑΣ to ΠΑΡΑΣΗΜΟΣ ῬΗΤΩΡ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΠΑΡΡΗΣΙΑΣ-ΠΑΡΑΣΗΜΟΣ ῬΗΤΩΡ
Not analysed yet
ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας Ἰσοκράτης Βουσίριδι . ἀντὶ τοῦ ἐξαπατᾷ. πολὺ δ’ ἐστὶ παρά τε τοῖς ἄλλοις Ἀττικοῖς καὶ παρὰ Δημοσθένει ἐν τοῖς Φιλιππικοῖς. μέτῆκται δὲ τοὔνομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν, καὶ ὡς Σοφοκλῆς που ὡς μήτε κρούσῃς μήθ’ ὑπὲρ χεῖλος βάλῃς. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρασκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κ Νόμων ὑποσημαίνει, ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους.