Ancient Greek
ΠΕΡΙΟΔΟΣ to ΠΕΡΙΟΙΚΙΟΝ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΠΕΡΙΟΔΟΣ-ΠΕΡΙΟΙΚΙΟΝ
Not analysed yet
Δημοσθένης Φιλιππικοῖς φησὶν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροῖ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιτεινόμενα, οἷον τριταίους καὶ τεταρταίους· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲν νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον.