Ancient Greek
ΠΥΕΛΙΔΑ to ΠΥΚΝΙ
Harpocration, Valerius, Lexicon in decem oratores Atticos ΠΥΕΛΙΔΑ-ΠΥΚΝΙ
Not analysed yet
τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον Λυσίας ἐν τῷ κατ’ Εὐφήμου καὶ Ἀριστοφάνης Ἥρωσιν. Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι’ ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα. Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου α φησὶ καὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης. ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ’ ἡ μνήμη αὐτῆς παρ’ Ἀττικοῖς. Κλείδημος δ’ ἐν γ Πρωτογονίας συνῄεσάν φησιν εἰς τὴν Πύκνα ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.